1 John 5 - Online Bible
1 John 5 (KJV)
Πᾶς
ὁ
πιστεύων
ὅτι
Ἰησοῦς
ἐστιν
ὁ
Χριστὸς
ἐκ
τοῦ
Θεοῦ
γεγέννηται
καὶ
πᾶς
ὁ
ἀγαπῶν
τὸν
γεννήσαντα
ἀγαπᾷ
καὶ
τὸν
γεγεννημένον
ἐξ
αὐτοῦ
ἐν
τούτῳ
γινώσκομεν
ὅτι
ἀγαπῶμεν
τὰ
τέκνα
τοῦ
Θεοῦ,
ὅταν
τὸν
Θεὸν
ἀγαπῶμεν
καὶ
τὰς
ἐντολὰς
αὐτοῦ
τηρῶμεν·
αὕτη
γάρ
ἐστιν
ἡ
ἀγάπη
τοῦ
Θεοῦ,
ἵνα
τὰς
ἐντολὰς
αὐτοῦ
τηρῶμεν
καὶ
αἱ
ἐντολαὶ
αὐτοῦ
βαρεῖαι
οὐκ
εἰσίν.
ὅτι
πᾶν
τὸ
γεγεννημένον
ἐκ
τοῦ
Θεοῦ
νικᾷ
τὸν
κόσμον·
καὶ
αὕτη
ἐστὶν
ἡ
νίκη
ἡ
νικήσασα
τὸν
κόσμον
ἡ
πίστις
ἡμῶν
Οὗτός
ἐστιν
ὁ
ἐλθὼν
δι'
ὕδατος
καὶ
αἵματος
Ἰησοῦς
ὁ
Χριστός
οὐκ
ἐν
τῷ
ὕδατι
μόνον
ἀλλ'
ἐν
τῷ
ὕδατι
καὶ
τῷ
αἵματι·
καὶ
τὸ
πνεῦμά
ἐστιν
τὸ
μαρτυροῦν
ὅτι
τὸ
πνεῦμά
ἐστιν
ἡ
ἀλήθεια
ὅτι
τρεῖς
εἰσιν
οἱ
μαρτυροῦντες
ἐν
τῷ
οὐρανῷ,
ὁ
πατήρ,
ὁ
λόγος,
καὶ
τὸ
ἅγιον
Πνεῦμα·
καὶ
οὗτοι
οἱ
τρεῖς
ἕν
εἰσιν
καὶ
τρεῖς
εἰσιν
οἱ
μαρτυροῦντες
ἐν
τῇ
γῇ,
τὸ
πνεῦμα
καὶ
τὸ
ὕδωρ
καὶ
τὸ
αἷμα
καὶ
οἱ
τρεῖς
εἰς
τὸ
ἕν
εἰσιν.
εἰ
τὴν
μαρτυρίαν
τῶν
ἀνθρώπων
λαμβάνομεν
ἡ
μαρτυρία
τοῦ
Θεοῦ
μείζων
ἐστίν·
ὅτι
αὕτη
ἐστὶν
ἡ
μαρτυρία
τοῦ
Θεοῦ
ἣν
μεμαρτύρηκεν
περὶ
τοῦ
υἱοῦ
αὐτοῦ
ὁ
πιστεύων
εἰς
τὸν
υἱὸν
τοῦ
Θεοῦ
ἔχει
τὴν
μαρτυρίαν
ἐν
ἑαυτῷ
ὁ
μὴ
πιστεύων
τῷ
θεῷ
ψεύστην
πεποίηκεν
αὐτόν,
ὅτι
οὐ
πεπίστευκεν
εἰς
τὴν
μαρτυρίαν
ἣν
μεμαρτύρηκεν
ὁ
Θεὸς
περὶ
τοῦ
υἱοῦ
αὐτοῦ
Ταῦτα
ἔγραψα
ὑμῖν
τοῖς
πιστεύουσιν
εἰς
τὸ
ὄνομα
τοῦ
υἱοῦ
τοῦ
Θεοῦ,
ἵνα
εἰδῆτε
ὅτι
ζωὴν
ἔχετε
αἰώνιον
καὶ
ἵνα
πιστεύητε
εἰς
τὸ
ὄνομα
τοῦ
ὑιοῦ
τοῦ
Θεοῦ,
καὶ
αὕτη
ἐστὶν
ἡ
παῤῥησία
ἣν
ἔχομεν
πρὸς
αὐτόν,
ὅτι
ἐάν
τι
αἰτώμεθα
κατὰ
τὸ
θέλημα
αὐτοῦ
ἀκούει
ἡμῶν
Ἐάν
τις
ἴδῃ
τὸν
ἀδελφὸν
αὐτοῦ
ἁμαρτάνοντα
ἁμαρτίαν
μὴ
πρὸς
θάνατον
αἰτήσει
καὶ
δώσει
αὐτῷ
ζωήν,
τοῖς
ἁμαρτάνουσιν
μὴ
πρὸς
θάνατον
ἔστιν
ἁμαρτία
πρὸς
θάνατον·
οὐ
περὶ
ἐκείνης
λέγω
ἵνα
ἐρωτήσῃ
Οἴδαμεν
ὅτι
πᾶς
ὁ
γεγεννημένος
ἐκ
τοῦ
Θεοῦ
οὐχ
ἁμαρτάνει
ἀλλ'
ὁ
γεννηθεὶς
ἐκ
τοῦ
Θεοῦ
τηρεῖ
ἐαυτὸν,
καὶ
ὁ
πονηρὸς
οὐχ
ἅπτεται
αὐτοῦ
Page Comments
Sirin - 02-12-22 12:43 PM
Matthew 13:31 ♥
skippercapt - 09-29-21 03:23 AM
I love this website, keep up the good work David
blohis - 12-31-20 08:12 AM
Indeed
jlove92 - 08-31-16 12:43 PM
This is nice!